Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἅν ποτε: ἥν ποτε.

b. ἡ Τηϋγέτη ἡ θυγάτηρ τοῦ Ἄτλαντος.

c. ταύτην Διὸς βουλομένου βιάσασθαι εἰς

1.121
ἔλαφον ἐποίησεν ἡ Ἄρτεμις. εἶτα πάλιν ἄνθρωπος γενομένη τὴν ἔλαφον τῇ Ἀρτέμιδι καθιέρωσε | καὶ ἀνέθηκε χρυσοκέρων [*]() οὖσαν ὡς παράδοξον ὑπὲρ τῆς εὐεργεσίας διότι χρυσᾶ ποιήσασα κέρατα διέβαλεν ἐν αὐτῇ· οἱ δὲ ὅτι αὐτοφυῆ ἦν τὰ τῆς ἐλάφου κέρατα χρυσᾶ, καὶ διὰ τοῦτο ὡς ἀξίαν θαύματος ἀνέθηκεν.[*]()

d. Ταϋγέτα: ἡ Τηϋγέτη τῆς Ἀρτέμιδός ἐστι φίλη. [*]() ταύτης ἠράσθη Ζεὺς καὶ αὐτὴν Ἄρτεμις διωκομένην εἰς ἔλαφον μεταβάλλει· ὅθεν καὶ εἰς ὑπόμνημα τοῦ πραχθέντος τὴν ἔλαφον χρυσώσασα ἀνέθηκε γαμηθεῖσα Διί.[*]()

e. Ταϋγέτα: ὄνομα κύριον, Ἄτλαντος θυγάτηρ. [*]() αὕτη ἀφιέρωσε τῇ Ἀρτέμιδι τὴν ἔλαφον. λέγεται γὰρ ὅτι ἡνίκα Ἡρακλῆς παρέσχεν αὐτὴν Εὐρυσθεῖ, τότε εὑρέθη ἐπὶ τοῦ τραχήλου αὐτῆς γεγραμμένον· Ταυγέτη ἱερὰν ἀνέθηκεν Ἀρτέμιδι.[*]()