Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. (ἔντυ᾿:) κατεσκεύαζεν.

[*]()b. ἀνάγκα πατρόθεν: παρὰ τὰ ἐν τῷ τ΄ τῆς Ἰλιάδος (v. 103). ὁ Ζεὺς πρὸς τὴν Ἥραν·

σήμερον ἄνδρα φόωσδε μογοστόκος Εἰλείθυια,
[*]() καὶ τὰ ἑξῆς. | διὰ τοῦτό φησι πατρόθεν ἀνάγκα.

[*]()a. χρυσοκέρων ἔλαφον: ὅτι ἐπιμελῶς οἱ ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγουσι, καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γράφουσι καὶ πλάττουσι. [*]() τέτακται δὲ καὶ παρὰ Ἀνακρέοντι (fr. 51)· ἀγανῶς | οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνὸν, ὅστ᾿ ἐν ὕλαις κεροέσσης ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη. Ζηνόδοτος δὲ μετεποίησεν ἐροέσσης διὰ τὸ ἱστορεῖσθαι τὰς θηλείας κέρατα μὴ ἔχειν, ἀλλὰ τοὺς ἄρρενας. οἱ μέντοι ποιηταὶ πάντες κέρατα ἐχούσας ποιοῦσιν. ὅτι δὲ συνέβαινε καὶ εἰκός ἐστιν ἐνίας ἔχειν, ἐκεῖθεν δῆλον, ὅτι τῶν ἐλεφάντων οἱ μὲν ἐξ Αἰθιοπίας καὶ Λιβύης πάντες σὺν ταῖς θηλείαις ὀδόντας ἔχουσιν, ἢ κέρατα, ὥς τινες· καθὰ καὶ Ἀμυντιανὸς (Script. rer. Alex. M. p. 162 M.) ἐν τῷ περὶ ἐλεφάντων φησί· τῶν δὲ Ἰνδικῶν αἱ θήλειαι χωρὶς ὀδόντων εἰσίν.[*]()