Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

n. ὃ γὰρ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἐν γὰρ ταῖς ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γενομέναις θυσίαις ἄδενδρος ἦν ὁ τόπος περὶ τὸ Κρόνιον. οἱ γὰρ τῷ Διὶ ἁγισθέντες βωμοὶ τὴν θυηπολίαν νοοῦσι τοῦ Διός· ἁγισθέντων γὰρ εἶπεν ἀντὶ τοῦ κατασεβασθέντων ταῖς θυσίαις.

o. ἤδη οὖν, φησι, τῶν Ὀλυμπιονικῶν ἀγώνων τελουμένων, οὐδέπω τοῖς νικήσασιν ὁ τῆς ἐλαίας στέφανος ἀπεδέδοτο, ὡς ἂν οὐδὲ αὐτῆς αὐτόθι πεφυτευμένης,

1.117
ὥστε ἀπὸ τοῦ, ἀλλ᾿ οὐ καλὰ δένδρεα ἔθαλλεν, ἐκ τοῦ παρεπομένου τὴν δόσιν τοῦ στεφάνου δηλοῦσθαι.

καὶ μεγάλων ἀέθλων: ἢ διὰ τὴν τῶν Ἑλλανοδικῶν [*]() ἐπιμέλειαν, ἢ διὰ τὴν σύγκρισιν.[*]()