Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλσει: οὐκ ἄν τις ἐνταῦθα ἐναντιωθείη τῷ Πινδάρῳ [*]() τὸ ἔτι ἀφύτευτον χωρίον ἄλσος ὀνομάζοντι. ἔλεγον γὰρ πᾶν χωρίον ἀφιερωμένον θεῷ, | κἂν ψιλὸν φυτῶν ᾖ, [*]() ἄλσος· ὡς καὶ Ὅμηρος (l. l.)·

Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσιδήιον ἀγλαὸν ἄλσος. οὐ γὰρ Ὀγχηστὸς δένδρεσι κομᾷ, ἀλλ᾿ ἱερός ἐστιν.

a. ξυνὸν στέφανον: κοινὸν πᾶσιν ἀνθρώποις [*]()

1.114
[*]() φύτευμα καὶ στέφανον τῶν ἀρετῶν.[*]()

b. ἄλλως· κοινὸν γενέσθαι φύτευμα τοῦ τε ἄλσους τοῦ Διὸς καὶ τῶν στεφάνων τῶν ἀρετὴν ἐχόντων ἀνδρῶν.[*]()

[*]()a. ἤδη γὰρ αὐτῷ: περὶ τοῦ χρόνου καθ᾿ ὃν ἄγεται τὰ Ὀλύμπια καθ᾿ ἑκάστην Ὀλυμπιάδα, καὶ Κώμαρχος ὁ τὰ περὶ Ἠλείων συντάξας φησὶν οὕτως· πρῶτον μὲν οὖν παντὸς περίοδον συνέθηκεν ἐν τῇ ἡμέρᾳ . . . . ἄρχειν νουμηνίαν μηνὸς ὃς Θωσυθιὰς ἐν Ἤλιδι ὀνομάζεται, περὶ ὃν τροπαὶ ἡλίου γίνονται χειμεριναί· καὶ -πα- Ὀλύμπια ἄγεται η΄ μηνί· ἑνὸς δὲ ὄντος διαφέροντων τῇ ὥρᾳ, τὰ μὲν ἀρχομένης τῆς ὀπώρας, τὰ δὲ ὑπ᾿ αὐτὸν τὸν ἀρκτοῦρον. ὅτι δὲ καὶ ἄγεται ὁ ἀγὼν, καὶ αὐτὸς ὁ Πίνδαρος μαρτυρεῖ.[*]()

[*]()b. ἤδη γὰρ αὐτῷ καὶ περὶ τοὺς βωμοὺς τοὺς τοῦ

1.115
Διὸς θυσία καὶ τὰ ἐναγίσματα ἐπεπλήρωτο καὶ ἡ σελήνη πλήρης οὖσα καὶ ὁλοκλήρῳ τῷ φωτὶ πρὸς τὴν ἑσπέραν καὶ τὴν νύκτα ἀντιλάμπουσα καὶ ἀντιφλέγουσα τὸν καιρὸν παρεῖχε τῆς κρίσεως τοῦ ἀγῶνος· ἐν γὰρ τῇ ἑκκαιδεκάτῃ τῆς σελήνης ὁ Ὀλυμπιακὸς ἀγὼν τελεῖται.

c. δεῖ δὲ τὸ πρότερον δεύτερον νοεῖν καὶ τὸ δεύτερον πρῶτον· οὐ γὰρ δὴ θυσίαι ἐγίνοντο πρότερον, εἶτα οὕτως ἡ διχόμηνις ἔλαμπεν, ἀλλὰ πρότερον ἡ ἡμέρα τῆς πανσελήνου παρεγίνετο, εἶτα οὕτως αἱ θυσίαι καὶ τὰ λοιπὰ τοῦ ἀγῶνος ἐτελοῦντο.

d. ὁ δὲ λόγος· ἤδη γὰρ τῶν βωμῶν τοῦ πατρὸς αὐτοῦ Διὸς πληρωθέντων θυσιῶν, ἀντὶ τοῦ σεβασθέντων ταῖς θυσίαις καὶ ἐναγίσματα λαβόντων.[*]()

e. (αὐτῷ:) τῷ Ἡρακλεῖ. [*]()

a. διχόμηνις: διχόμηνις ὅτι περὶ τὴν ις΄ πανσελήνου [*]() οὔσης ἄγεται τὰ Ὀλύμπια, τουτέστι διχομηνίᾳ Παρθενίου ἢ Ἀπολλωνίου μηνὸς, παρ᾿ Αἰγυπτίοις Θὼθ ἢ Μεσωρί.