Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἄλσει: οὐ θαυμαστὸν εἰ τὸ μήπω πεφυτευμένον [*]() ἄλσος εἶπεν. Ἀριστόνικος προληπτικῶς φησιν εἰρῆσθαι· οἱ δὲ ὅτι πάντα τὰ ἱερὰ, κἂν μήπω πεφυτευμένα ᾖ, ἄλση ἐκάλουν οἱ ἀρχαῖοι. καὶ Ὅμηρος (Β 506)· Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσειδήιον ἄλσος. ἥκιστα γὰρ δενδρώδης Ὀγχηστὸς, ἐφ᾿ ὑψηλοῦ κείμενος.

b. ἄλσει: οὐκ ἄν τις ἐνταῦθα ἐναντιωθείη τῷ Πινδάρῳ [*]() τὸ ἔτι ἀφύτευτον χωρίον ἄλσος ὀνομάζοντι. ἔλεγον γὰρ πᾶν χωρίον ἀφιερωμένον θεῷ, | κἂν ψιλὸν φυτῶν ᾖ, [*]() ἄλσος· ὡς καὶ Ὅμηρος (l. l.)·

Ὀγχηστόν θ᾿ ἱερὸν, Ποσιδήιον ἀγλαὸν ἄλσος. οὐ γὰρ Ὀγχηστὸς δένδρεσι κομᾷ, ἀλλ᾿ ἱερός ἐστιν.