Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. δᾶμον Ὑπερβορέων: ἀπὸ ἄλλης ἀρχῆς . . . ὑπόνοιαν ἔχῃ ὡς τοῖς ἄνω συνηρτημένον. πανταχοῦ δὲ οἱ Ὑπερβόρεοι ἱεροὶ Ἀπόλλωνος. ἐκλήθησαν δὲ Ὑπερβόρεοι ἀπὸ Ὑπερβορέου τινὸς Ἀθηναίου, ὥς φησι Φιλόδημος. Φιλοστέφανος δὲ (FHG III, 33) τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι. ἄλλοι ἀπὸ Ὑπερβορέου Πελασγοῦ τοῦ Φορωνέως καὶ Περιμήδας τῆς Αἰόλου. ὁ δὲ Φανόδημος τοὺς Ὑπερβορέους ἀπὸ τοῦ Τιτανικοῦ γένους φησὶν εἶναι. ὁ δὲ Ἑκαταῖος (FHG II, 387) ἄλλως ἱστορεῖ.[*]()

[*]()b. δᾶμον Ὑπερβορέων: πείσας τὸν δῆμον τὸν τῶν Ὑπερβορέων δοῦναι τὸν κότινον· ὅστις δῆμος θεράπων ἦν τοῦ Ἀπόλλωνος καὶ θρησκευτὴς αὐτοῦ.[*]()

[*]()c. δᾶμον Ὑπερβορέων πείσας: τοὺς Ὑπερβορέους τοῦ Τιτανικοῦ γένους Φερένικός φησιν εἶναι γράφων οὕτως·

1.113
ἀμφί θ᾿ Ὑπερβορέων, οἵτ᾿ ἔσχατα ναιετάουσι νηῷ ὑπ᾿ Ἀπόλλωνος, ἀπείρητοι πολέμοιο. τοὺς μὲν ἄρα προτέρων ἐξ αἵματος ὑμνήσουσι Τιτήνων βλαστόντας ὑπὲρ δρόμον αἰθρήεντα νάσσασθαι Βορέαο γύην Ἀριμασπὸν ἄνακτα.