Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

See previous = 21 b.

b. Αἰτωλὸς ἀνὴρ ὑψόθεν: Αἰτωλὸς ἀντὶ τοῦ [*]() Ἠλεῖος. Ὄξυλος γάρ τις, εἷς τῶν Αἰτωλῶν, ἡνίκα ἐπὶ τὴν Πελοπόννησον οἱ Ἡρακλεῖδαι ἠπείγοντο, καθηγήσατο αὐτοῖς τῆς ὁδοῦ, ἀντιδόσεως δὲ τρόπῳ τινὶ τὴν Ἠλείων ἡγεμονίαν παρ᾿ αὐτῶν λαμβάνει· παρ᾿ οὗ λοιπὸν οἱ Ἠλεῖοι Αἰτωλοὶ ὠνομάσθησαν. διὰ τοῦτο οὖν Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος.

c. ἄλλως· Αἰτωλὸς ἀνὴρ ὁ Ἠλεῖος, ἤτοι ἀπὸ [*]() Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἦν Ἠλεῖος, ἀποκτείνας δὲ Ἄπιν ἐν τοῖς ἐπ᾿ Ἀζᾶνι ἄθλοις ἔφυγεν εἰς τὴν πρότερον Κουρῆτιν, Αἰτωλίαν δὲ ὕστερον ἀπ᾿ αὐτοῦ κληθεῖσαν. ἢ ἀπὸ Ὀξύλου, ὃς ἦν Αἰτωλὸς τοῦ Ἀνδραίμονος, διεῖλε δὲ τοῖς Ἡρακλείδαις τὴν Πελοπόννησον, καὶ διὰ τοῦτο ἐδωρήσαντο αὐτῷ ἐξαίρετον τὴν Ἦλιν.

d. ἄλλως· Αἰτωλοὶ πρῶτοι [*]() ἐγένοντο Ἑλλανοδίκαι ἐν Ὀλυμπίᾳ. καὶ ὅτι ὁ κτίστης τῆς Ἤλιδος Ὄξυλος Αἰτωλὸς ἦν.

e. (Αἰτωλός:) Ἠλεῖος. [*]()