Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ᾧτινι κραίνων: τὸ ἑξῆς τοῦ ὑπερβατοῦ οὕτως· ᾧτινι ἀμφὶ κόμαις βάλῃ γλαυκόχροα κόσμον ἐλαίας ὑψόθεν βλεφάρων ἀτρεκὴς Ἑλλανοδίκας Αἰτωλὸς ἀνὴρ Ἡρακλέους κραίνων ἐφετμὰς προτέρας.

b. ἄλλως· τὸ ἑξῆς· βλεφάρων ὑψόθεν· οὕτως γὰρ ἐστέφοντο, ἐπὶ τοῦ μετώπου. Ἀνακρέων (fr. 54)· ἐπὶ δὲ ὀφρύσι σελίνων στεφάνους θέμενοι.

[*]()c. ᾧτινι κραίνων ἐφετμάς: ἀπὸ τοῦ πληθυντικοῦ μετέπεσεν εἰς τὸ ἑνικόν.

d. τούτῳ, φησὶν, ἀκολουθοῦσιν αἱ ᾠδαὶ, ᾧτινι τελειῶν τὰς ἐντολὰς καὶ τοὺς νόμους τοῦ Ἡρακλέος ὁ δίκαιος καὶ ἀληθὴς Ἑλλανοδίκης, ὁ Ἠλεῖος ἀνὴρ, ἐπὶ τῆς κεφαλῆς ἐπάνω τῶν ὀφθαλμῶν τὸν στέφανον περιβάλλει τὸν ἀπὸ τῆς ἐλαίας τοῦ κοτίνου.