Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()θεόμοροι νίσονται: ἀπὸ θεῶν μεριζόμεναι καὶ παρεχόμεναι τοῖς νενικηκόσιν. εἰ μὴ γὰρ θεῶν προνοίᾳ νικήσῃ τις, οὐδὲ ᾄδεται.

[*]()a. ᾧτινι κραίνων: τὸ ἑξῆς τοῦ ὑπερβατοῦ οὕτως· ᾧτινι ἀμφὶ κόμαις βάλῃ γλαυκόχροα κόσμον ἐλαίας ὑψόθεν βλεφάρων ἀτρεκὴς Ἑλλανοδίκας Αἰτωλὸς ἀνὴρ Ἡρακλέους κραίνων ἐφετμὰς προτέρας.

b. ἄλλως· τὸ ἑξῆς· βλεφάρων ὑψόθεν· οὕτως γὰρ ἐστέφοντο, ἐπὶ τοῦ μετώπου. Ἀνακρέων (fr. 54)· ἐπὶ δὲ ὀφρύσι σελίνων στεφάνους θέμενοι.

[*]()c. ᾧτινι κραίνων ἐφετμάς: ἀπὸ τοῦ πληθυντικοῦ μετέπεσεν εἰς τὸ ἑνικόν.

d. τούτῳ, φησὶν, ἀκολουθοῦσιν αἱ ᾠδαὶ, ᾧτινι τελειῶν τὰς ἐντολὰς καὶ τοὺς νόμους τοῦ Ἡρακλέος ὁ δίκαιος καὶ ἀληθὴς Ἑλλανοδίκης, ὁ Ἠλεῖος ἀνὴρ, ἐπὶ τῆς κεφαλῆς ἐπάνω τῶν ὀφθαλμῶν τὸν στέφανον περιβάλλει τὸν ἀπὸ τῆς ἐλαίας τοῦ κοτίνου.

[*]()προτέρας: ὅτι μετὰ τὸν Ἡρακλέα πάλιν Ἴφιτος [*]() ἔθηκε τὸν ἀγῶνα | τῶν Ὀλυμπίων, διὰ τοῦτο εἶπε προτέρας.

[*]()a. Ἑλλανοδίκαι καλοῦνται οἱ προτεταγμένοι τοῦ ἀγῶνος, ἐπεὶ μόνοις Ἕλλησιν ἀγωνίζονται.

[*]()21 b. 22 a. ἀτρεκής: ἀτρεκὴς Ἑλλανοδίκας . . . Αἰτωλὸς ἀνήρ· τοὺς Ἑλλανοδίκας, μᾶλλον δὲ καὶ πάντας τοὺς Ἠλείους Αἰτωλοὺς εἶπεν· οὕτως γὰρ ὠνομάσθησαν ἄνωθεν ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ἢ διὰ τὴν Ὀξύλου εἰς Ἦλιν ἄφιξιν, ὥσπερ Ἀσκληπιάδης ἀξιοῖ. περὶ δὲ τοῦ τῶν Ἑλλανοδικῶν ἀριθμοῦ Ἑλλάνικός (FHG I, 57)

1.111
φησι καὶ Ἀριστόδημος (FHG III, 308), ὅτι τὸ μὲν πρῶτον β΄. . . ιβ΄, τὸ δὲ τελευταῖον ι΄· τοσαῦται γὰρ αἱ τῶν Ἠλείων φυλαὶ, καὶ ἐφ᾿ ἑκάστης εἷς ἦν Ἑλλανοδίκης.

See previous = 21 b.