Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ζητεῖται δὲ διὰ τί μὴ Διὶ ηὔξατο, ᾧ οὗτος ὁ ἀγὼν ἀνάκειται, ἢ Ἡρακλεῖ τῷ καταβολεῖ, ἀλλὰ Διοσκούροις. καὶ φαμὲν πρῶτον ὅτι πρὸς τὸ

1.107
παρόν εἰσιν αὐτοὶ οἱ διοικοῦντες τὸν ἀγῶνα· ἔπειτα ὅ τε Ζεὺς καὶ Ἡρακλῆς. ὁ δὲ Ἀρίσταρχός φησι παρὰ τοῖς Ἀκραγαντίνοις διὰ τιμῆς εἶναι τοὺς Διοσκούρους, καὶ πατρίῳ ἔθει καὶ νῦν αὐτοὺς χρῆσθαι. ὁ δὲ Δίδυμος ἱστορικώτερον λέγει καί φησι διὰ τὸ τὸν Θήρωνα ἄνωθεν Ἀργεῖον εἶναι· τιμῶνται δὲ κατὰ τὸ Ἄργος καὶ τὴν Πελοπόννησον οἱ Διόσκουροι.[*]()

a. ὕμνον ὀρθώσαις: τὸν ὕμνον τῶν ἵππων ἄωτον [*]() προσηγόρευσεν ὡς ἄνθος καὶ στεφάνωμα αὐτῶν.

b. τὸ δὲ ὀρθώσας εἶπε μετενεγκὼν ἀπὸ τιθεμένων ἀνδριάντων ἢ ἀγαλμάτων.

c. ἢ ὀρθώσας καὶ ὑψώσας καὶ αὐξήσας τὸν [*]() ὕμνον.

d. ἄωτον δὲ ἀντὶ τοῦ κόσμον αὐτοῦ καὶ στέφανον. [*]()