Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

g. ἄλλως· τὸ νικῆσαι δέ, φησι, τὸν ἀγωνιζόμενον παράλυσιν [*]() ποιεῖ τῆς ἀφροσύνης καὶ τῆς λύπης.

h. δύναται δὲ καὶ κυρίως κεῖσθαι ἡ ἀφροσύνη, ἵν᾿ ᾖ· | ὁ νικήσας [*]() νομίζεται ἐκτὸς ἀφροσύνης εἷναι· | κρίνουσι γὰρ οὐ τὸ εὖ[*]() βεβουλεῦσθαι διὰ τὸ ἐλθεῖν ἐπὶ τὸν ἀγῶνα.

a. ὁ μάν: ἀντὶ τοῦ ὅταν.

b. ὁ δὲ νοῦς· ὅταν ᾖ [*]() πεποικιλμένος ὁ πλοῦτος σὺν ἀρετῇ, πορίζει τὰ εὐφραίνοντα, καὶ τὰ ἑαυτοῦ καὶ τὰ ἀπὸ τῆς ἀρετῆς περιγινόμενα ἑαυτῷ· ἀρετὴν μὲν γάρ τις ἔχων, ἀχόρηγος δὲ ὢν διὰ τὸ πένης εἶναι, πολλῶν στέρεται τῶν εὐφραινόντων· πλούσιος δὲ ὢν ἀρετὴν μὴ ἔχων οὐ χρῆται τοῖς εὐφραίνουσι. καὶ ἡ Σαπφώ· (fr. 80) πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος.

b. ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν.