Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ὁμόκλαρον ἐς ἀδελφεόν: ἤτοι διὰ τὴν συγγένειάν [*]()
1.84
φησιν, ἢ ὡς ὁμοῦ ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων [*]() καὶ ὁμοῦ νικησάντων Ἴσθμια τεθρίππῳ.c. φησὶν οὖν ὅτι ἐν Ἰσθμῷ αἱ χάριτες τῆς νίκης τῆς ἐν τῷ τεθρίππῳ κοιναὶ ἤγαγον αὐτοῖς τὰ ἄνθη τῶν στεφάνων. ἀπὸ σελίνων γὰρ τὸ στέμμα.
d. ἢ οὕτως· αἱ δὲ χάριτες αἱ ἐν Πυθῶνι καὶ Ἰσθμῷ τὰ ἄνθη τῶν τεθρίππων εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἤνεγκαν.
[*]()e. (ἀδελφεόν:) εἰς τὸν Πράξανδρον ἀδελφὸν τοῦ Θήρωνος ὄντα.
[*]()a. Ἰσθμοῖτε: ἐπιρρηματικῶς λέγεται· οἴκοι.