Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. τὸ δὲ Ἀδραστεΐδαν οὐ περισπαστέον· ἔστι γὰρ θηλυκὸν καὶ ἔχει τὴν εὐθεῖαν
1.81
Ἀδραστεῖς, τῶν Ἀδραστεΐδων· | τὸ γὰρ ἀρσενικὸν περισπᾶται, [*]() οἱ Ἀδραστεῖδαι, τῶν Ἀδραστειδῶν.[*]()c. EM 18, 46: Ἀδραστεϊδῶν: Ἄδραστος κύριον· Ἀδραστίδης, Ἀδραστιδῶν· καὶ πλεονασμῷ τοῦ ε, Ἀδραστεϊδῶν θάλος.
a. θάλος ἀρωγὸν δόμοις: [τιμώμενος:] ὁ Θέρσανδρος. [*]() γίνεται γὰρ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς καὶ Πολυνείκους, εἰς ὃν ἀναφέρει τὸ γένος ὁ Θήρων.
b. Ἀδραστεΐδων δὲ εἶπε κατὰ τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀδραστίδος· μιᾶς γὰρ ἐγένετο τῆς Ἀργείας ὁ Θέρσανδρος.