Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. μόρσιμος υἱός: ὁ ἀναγκαῖος καὶ κατὰ μοῖραν αὐτῷ γεγονώς. γράφεται καὶ μόριμος, ὁ μόρον ἐπενεγκών.

c. ἢ ὁ εἱμαρμένος, διὰ τοῦ σ.

d. μόρσιμον υἱὸν τὸν Οἰδίπουν, καθὸ μοῖραν ἐπήνεγκε τῷ πατρὶ Λαΐῳ· ἐν δὲ τοῖς παιᾶσιν (fr. 68) εἴρηται περὶ τοῦ χρησμοῦ τοῦ ἐκπεσόντος Λαΐῳ· καθὰ καὶ Μνασέας ἐν τῷ περὶ χρησμῶν (FHG III, 157) γράφει· Λάιε Λαβδακίδη, ἀνδρῶν περιώνυμε πάντων. e. ἐξ οὗπερ· ἀφ᾿ οὗ χρόνου Λάιον ἐφόνευσεν Οἰδίπους. [*]() εἰσὶ γὰρ ἀπόγονοι τούτων οἱ περὶ Θήρωνα.

f. ἄλλως· περὶ τῶν Θήρωνος προγόνων, ὅτι οὗτοι τὸ γένος ἀπὸ Θηβαίων εἶχον, ἀπὸ Κάδμου τὸ ἀνέκαθεν. Κάδμου γὰρ Πολύδωρον· τοῦ δὲ Λάβδακον· τοῦ δὲ Λάιον· τοῦ δὲ Οἰδίποδα· εἶτα Ἐτεοκλέα· τοῦ δὲ Πολύδωρον· τοῦ δὲ Αἵμονα. τοῦτον δὲ τῶν ἐμφυλίων ἀνδρῶν ἀποκτείναντά τινα τῷ κυνηγεσίῳ Ἀθήναζε μεταστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐκ τῶν Ἀθηνῶν μεταστάντας ἅμα τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι μέχρι τινῶν γενεῶν κἀκεῖ μείναντας ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος τὰς ἁπάσας γενεὰς ζ΄ πρὸς ταῖς η΄ ἀριθμεῖσθαι. ταῦτα ἱστορεῖ ἐν ἐγκωμίῳ οὗ ἡ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων. ἐν δὲ τοῖς προεκκειμένοις καὶ ταύτην τὴν πολλὴν ἄλην αὐτῶν ἀποκλαίοντα τὸν Πίνδαρον φάναι (vs. 15 vulg.)· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ.