Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. (ἀφ᾿ οὗπερ:) ἀφ᾿ οὗ πήματος ἔκτεινεν ὁ παῖς τὸν πατέρα.

[*]()b. μόρσιμος υἱός: ὁ ἀναγκαῖος καὶ κατὰ μοῖραν αὐτῷ γεγονώς. γράφεται καὶ μόριμος, ὁ μόρον ἐπενεγκών.

c. ἢ ὁ εἱμαρμένος, διὰ τοῦ σ.

d. μόρσιμον υἱὸν τὸν Οἰδίπουν, καθὸ μοῖραν ἐπήνεγκε τῷ πατρὶ Λαΐῳ· ἐν δὲ τοῖς παιᾶσιν (fr. 68) εἴρηται περὶ τοῦ χρησμοῦ τοῦ ἐκπεσόντος Λαΐῳ· καθὰ καὶ Μνασέας ἐν τῷ περὶ χρησμῶν (FHG III, 157) γράφει· Λάιε Λαβδακίδη, ἀνδρῶν περιώνυμε πάντων. e. ἐξ οὗπερ· ἀφ᾿ οὗ χρόνου Λάιον ἐφόνευσεν Οἰδίπους. [*]() εἰσὶ γὰρ ἀπόγονοι τούτων οἱ περὶ Θήρωνα.

f. ἄλλως· περὶ τῶν Θήρωνος προγόνων, ὅτι οὗτοι τὸ γένος ἀπὸ Θηβαίων εἶχον, ἀπὸ Κάδμου τὸ ἀνέκαθεν. Κάδμου γὰρ Πολύδωρον· τοῦ δὲ Λάβδακον· τοῦ δὲ Λάιον· τοῦ δὲ Οἰδίποδα· εἶτα Ἐτεοκλέα· τοῦ δὲ Πολύδωρον· τοῦ δὲ Αἵμονα. τοῦτον δὲ τῶν ἐμφυλίων ἀνδρῶν ἀποκτείναντά τινα τῷ κυνηγεσίῳ Ἀθήναζε μεταστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐκ τῶν Ἀθηνῶν μεταστάντας ἅμα τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι μέχρι τινῶν γενεῶν κἀκεῖ μείναντας ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος τὰς ἁπάσας γενεὰς ζ΄ πρὸς ταῖς η΄ ἀριθμεῖσθαι. ταῦτα ἱστορεῖ ἐν ἐγκωμίῳ οὗ ἡ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων. ἐν δὲ τοῖς προεκκειμένοις καὶ ταύτην τὴν πολλὴν ἄλην αὐτῶν ἀποκλαίοντα τὸν Πίνδαρον φάναι (vs. 15 vulg.)· καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ.

g. ἵνα λέγῃ τὴν

1.79
Γέλαν, οὕτω καλουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Γέλᾳ, ὡς Καλλίμαχος (fr. 361)· οἱ δὲ Γέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. οἱ δὲ τὴν Ἀκράγαντα· πάλιν γὰρ αὕτη πόλις ἐστὶ Σικελίας ὁμώνυμος τῷ ποταμῷ. ἔχοι δ᾿ ἂν μᾶλλον τὸ β΄ λόγον. μετὰ γὰρ καμάτου ἐκτίσθη Ἀντιφήμου τοῦ Ῥοδίου καὶ Ἐντίμου τοῦ Κρητὸς κατὰ χρησμὸν Ἀπόλλωνος μαχεσαμένων Σικελιώταις περὶ τοῦ χωρίου. h. ἱερὸν δὲ οἴκημα ἡ Ἀκράγας ὅτι Ζεὺς ἔδωκεν αὐτὴν Περσεφόνῃ.

i. μόριμος υἱός: ἤτοι ὁ κατὰ μοῖραν αὐτῷ γενόμενος, [*]() ἢ ὁ μόρον ἐπενεγκών.

k. ὁ δὲ χρησμὸς ὁ δοθεὶς [*]() Λαΐῳ δημώδης· Λάιε Λαβδακίδη καὶ τὰ ἑξῆς.

l. μόρσιμος [*]() υἱός: ὁ μεμοιραμένος. ἢ ὁ μόρου αἴτιος τῷ πατρί.