Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. ἢ οὕτω· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ βίου κατ᾿ οὐδὲν σαφὲς, οὐδὲ ποδαπὴν τὴν ἐπιοῦσαν ἕξουσιν ἡμέραν ἴσασιν.
[*]()a. πέρας οὔτι κέκριται: οὐδὲ τοῦτο διακεκριμένον ἐστὶν οὐδὲ ἀναμφισβητήσιμον καὶ ἑστηκὸς, ποίαν ἡμέραν [*]() εἰρηναίαν καὶ ἀγαθὴν διάξομεν.
b. παῖδα δὲ ἡλίου
1.75
τὴν ἡμέραν, ἐπεὶ ὁ ἥλιος τὴν ἡμέραν γεννᾷ ἀνατέλλων. | ἀὴρ [*]() γὰρ ὑπὸ ἡλίου φωτιζόμενος ποιεῖ τὴν ἡμέραν.a. οὐδ᾿ ἁσύχιμον: λέγει ὅτι ἄδηλος ἡ τύχη τῶν [*]() ἀνθρώπων. τὴν δὲ ἡμέραν θυγατέρα τοῦ Ἡλίου ἔφη ἐναντίως Ἡσιόδῳ· ἐκεῖνος γάρ φησι (Theog. 124)·
Νυκτὸς δ᾿ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρα ἐξεγένοντο·καθὸ ἐκ τῆς ἐπιτολῆς αὐτοῦ ἡ ἡμέρα γεννᾶται.