Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἦτοι βροτῶν: ἀντὶ τοῦ δὴ, ἵνα ᾖ ἡ ἀρχὴ τοῦ λόγου· τῶν δὴ βροτῶν οὐκ ἔστιν οὐδὲν κεκριμένον πέρας θανάτου· ἄδηλον γὰρ πότε συμβήσεται ὁ θάνατος τοῖς ἀνθρώποις. [*]()

b. ἄλλως· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ θανάτου [*]() κατ᾿ οὐδὲν σαφές ἐστιν.

c. ἢ οὕτω· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ βίου κατ᾿ οὐδὲν σαφὲς, οὐδὲ ποδαπὴν τὴν ἐπιοῦσαν ἕξουσιν ἡμέραν ἴσασιν.

[*]()a. πέρας οὔτι κέκριται: οὐδὲ τοῦτο διακεκριμένον ἐστὶν οὐδὲ ἀναμφισβητήσιμον καὶ ἑστηκὸς, ποίαν ἡμέραν [*]() εἰρηναίαν καὶ ἀγαθὴν διάξομεν.

b. παῖδα δὲ ἡλίου

1.75
τὴν ἡμέραν, ἐπεὶ ὁ ἥλιος τὴν ἡμέραν γεννᾷ ἀνατέλλων. | ἀὴρ [*]() γὰρ ὑπὸ ἡλίου φωτιζόμενος ποιεῖ τὴν ἡμέραν.

a. οὐδ᾿ ἁσύχιμον: λέγει ὅτι ἄδηλος ἡ τύχη τῶν [*]() ἀνθρώπων. τὴν δὲ ἡμέραν θυγατέρα τοῦ Ἡλίου ἔφη ἐναντίως Ἡσιόδῳ· ἐκεῖνος γάρ φησι (Theog. 124)·

Νυκτὸς δ᾿ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρα ἐξεγένοντο·
καθὸ ἐκ τῆς ἐπιτολῆς αὐτοῦ ἡ ἡμέρα γεννᾶται.

b. ἀμφίβολον δὲ πότερον αὐτῷ ὁ λόγος καὶ ἐπὶ τοῦ θανάτου· οὐδὲ ὁπότε τελευτήσομεν τὴν ἐσχάτην ἡμέραν . . . . ὅτι ἀθορύβως ἐν τῷ τοῦ ζῆν χρόνῳ. οὕτω δὲ καὶ Ἀρίσταρχος ἀκούει.