Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κούραις: [*]()οἰκειότατα πρὸς τὴν γνώμην ἑαυτοῦ καὶ τὸ παράδειγμα λαμβάνει, ὅτι τοὺς προδυστυχήσαντας καὶ εὐδαιμονία διαδέχεται, ὥσπερ καὶ τὰς Κάδμου θυγατέρας. ὁ αὐτὸς γὰρ λόγος διαδέχεται αὐτὰς καὶ ἐπ᾿ αὐτῶν ἁρμόζει. αὗται γὰρ
[*]()c. ἄλλως· ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ καὶ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι, πάλιν ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐκοινώνησαν. εὖ δὲ τῶν Κάδμου θυγατέρων τὸ παράδειγμα φέρει· ἄνωθεν γὰρ Θηβαῖος ὁ Θήρων.
[*]()d. εὐθρόνοις: τοῦτο πρὸς τὴν διαδεξαμένην εὐτυχίαν ἀκουστέον.
[*]()ἔπαθον αἳ μεγάλα: Ἰνὼ, Σεμέλη, Αὐτονόη, Ἀγαυή· ἐπεὶ καὶ αὗται παθοῦσαι ἐν ἀρχῇ, ὕστερον ἔτυχον τῆς ἐκ θεῶν τιμῆς.
[*]()a. πιτνεῖ: ἢ πίπτει ἢ προκατάρχει.