Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ ταῖς [*]() τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐπειράσθησαν. εὖ δὲ τὸ τῶν Κάδμου θυγατέρων μεμνῆσθαι, ἵνα οἰκείῳ παραδείγματι χρήσηται· τὸ γὰρ τοῦ Θήρωνος γένος ἐνθένδε κατάγεσθαί φησιν ὁ Πίνδαρος ἐν ἐγκωμίῳ οὗ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων.

b. ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κούραις: [*]()οἰκειότατα πρὸς τὴν γνώμην ἑαυτοῦ καὶ τὸ παράδειγμα λαμβάνει, ὅτι τοὺς προδυστυχήσαντας καὶ εὐδαιμονία διαδέχεται, ὥσπερ καὶ τὰς Κάδμου θυγατέρας. ὁ αὐτὸς γὰρ λόγος διαδέχεται αὐτὰς καὶ ἐπ᾿ αὐτῶν ἁρμόζει. αὗται γὰρ

1.72
τὸ μὲν πρότερον εἰς τοσαύτην δυστυχιῶν ὑπερβολὴν ἐληλύθασιν ὥστε καὶ τραγικαῖς ὑποθέσεσι χορηγίαν παρασχεῖν· ἀλλ᾿ ἐφάμιλλος καὶ εὐδαιμονία τὰς κόρας διεδέξατο· τούτων δὲ μέμνηται, ἐπεὶ ὁ Θήρων εἰς Λάιον ἀνάγει τὸ γένος.

[*]()c. ἄλλως· ἕπεται δὲ λόγος: οὗτος ὁ λόγος ἀκολουθεῖ καὶ ταῖς τοῦ Κάδμου κόραις· μεγάλων γὰρ κακῶν τυχοῦσαι, πάλιν ἐκ μεταβολῆς μεγάλων ἀγαθῶν ἐκοινώνησαν. εὖ δὲ τῶν Κάδμου θυγατέρων τὸ παράδειγμα φέρει· ἄνωθεν γὰρ Θηβαῖος ὁ Θήρων.

[*]()d. εὐθρόνοις: τοῦτο πρὸς τὴν διαδεξαμένην εὐτυχίαν ἀκουστέον.