Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. . . . τὰ πραχθέντα εἴτε δικαίως εἴτε ἀδίκως οὐδ᾿ ἂν ὁ πάντων πατὴρ δυνηθείη χρόνος· λήθην μέντοι ἱκανὸς ἐμβαλεῖν τύχῃ σὺν ἀγαθῇ· φθερεῖ δὲ τῶν ἀγαθῶν πραγμάτων ἡ χαρὰ τῶν ἀτόπων τὰς βλάβας, ὅταν πάλιν εὐδαιμονία παραγένηται.
[*]()a. λάθα δέ: τοῦ δὲ κακοῦ λήθη γένοιτ᾿ ἂν ὑπ᾿ ἀγαθοῦ τινος ἐπιγινομένου· τὸ γὰρ παλίγκοτον πῆμα οὕτως ἂν μόνως ἀποθνήσκοι χάρματός τινος ἐπιγινομένου.
[*]()a. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει: ὑπὸ γὰρ τῆς χαρᾶς τῶν γεγενημένων ἀγαθῶν τὸ κακὸν
1.71
ἀφανίζεται καὶ τὸ παλίγκοτον καὶ ἄτοπον δαμασθὲν καὶ ἀναιρεθὲν ὑφ᾿ ἡδονῆς θνήσκει, μάλιστα ὄλβου ἐπιγινομένου ὑψηλοῦ ἐκ θείας μοίρας.