Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. . . . τὰ πραχθέντα εἴτε δικαίως εἴτε ἀδίκως οὐδ᾿ ἂν ὁ πάντων πατὴρ δυνηθείη χρόνος· λήθην μέντοι ἱκανὸς ἐμβαλεῖν τύχῃ σὺν ἀγαθῇ· φθερεῖ δὲ τῶν ἀγαθῶν πραγμάτων ἡ χαρὰ τῶν ἀτόπων τὰς βλάβας, ὅταν πάλιν εὐδαιμονία παραγένηται.

[*]()οὐδ᾿ ἂν χρόνος ὁ πάντων πατήρ: τῶν δὲ πεπραγμένων ἔργων τὸ τέλος ἀποίητον καὶ ἀγένητον θέμεν οὐδ᾿ ἂν ὁ πάντων πατὴρ χρόνος δύναιτο, ἀλλ᾿ ἔστιν ἀδύνατον. [*]() | καὶ Ὅμηρος (Ι 249)·

  1. οὐδέ τι μῆχος
  2. ῥεχθέντος κακοῦ ἔστ᾿ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
  3. φράζεσθαί σ᾿ ἄνωγα.[*]()