Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἡ οὖν διάνοια [*]() αὕτη· σὺ μὲν, ὦ Ζεῦ, παράσχοις πάντα τὰ κάλλιστα, καὶ πρὸς τῇ οὔσῃ εὐδαιμονίᾳ πλείονα δοίης ἀγαθά. εἰ δέ τι ἐν τοῖς φθάσασι χρόνοις συμβέβηκεν ἄτοπον, εἴτε δικαίως εἴτε μὴ, τοῦτο οὐχ οἷόν τέ ἐστιν, οὐδὲ αὐτῷ τῷ χρόνῳ, ὥστε μὴ γεγενημένον ποιῆσαι. τὸ γὰρ γενόμενον ἀγένητον ποιῆσαι

1.70
ἀδύνατον· ἴσως δὲ λήθη ἄν τις γένοιτο τῶν κακῶν, ἀγαθῆς μοίρας διαδεξαμένης.[*]()

[*]()a. ὁ πάντων πατήρ: τὸ φθάσαν γενέσθαι ἀδύνατον ἀπαλειφθῆναι. ἄλλως· οὐ δυνατὸν γὰρ ἀποίητον γενέσθαι . . .

b. . . . τὰ πραχθέντα εἴτε δικαίως εἴτε ἀδίκως οὐδ᾿ ἂν ὁ πάντων πατὴρ δυνηθείη χρόνος· λήθην μέντοι ἱκανὸς ἐμβαλεῖν τύχῃ σὺν ἀγαθῇ· φθερεῖ δὲ τῶν ἀγαθῶν πραγμάτων ἡ χαρὰ τῶν ἀτόπων τὰς βλάβας, ὅταν πάλιν εὐδαιμονία παραγένηται.

[*]()οὐδ᾿ ἂν χρόνος ὁ πάντων πατήρ: τῶν δὲ πεπραγμένων ἔργων τὸ τέλος ἀποίητον καὶ ἀγένητον θέμεν οὐδ᾿ ἂν ὁ πάντων πατὴρ χρόνος δύναιτο, ἀλλ᾿ ἔστιν ἀδύνατον. [*]() | καὶ Ὅμηρος (Ι 249)·

  1. οὐδέ τι μῆχος
  2. ῥεχθέντος κακοῦ ἔστ᾿ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
  3. φράζεσθαί σ᾿ ἄνωγα.[*]()

[*]()a. λάθα δέ: τοῦ δὲ κακοῦ λήθη γένοιτ᾿ ἂν ὑπ᾿ ἀγαθοῦ τινος ἐπιγινομένου· τὸ γὰρ παλίγκοτον πῆμα οὕτως ἂν μόνως ἀποθνήσκοι χάρματός τινος ἐπιγινομένου.

[*]()b. λάθα δὲ γένοιτ᾿ ἄν: τῶν δὲ κακῶν γένοιτο ἂν [*]() λήθη, διαδεξαμένης εὐδαιμονίας. | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Θήρωνα τὸ ἀνέκαθεν δεδυστυχήκασιν, ἀλλ᾿ εἰς λήθην αὐτῶν ἐξέπεσεν ἡ δυστυχία διὰ τὴν ἐπισυμβᾶσαν εὐτυχίαν.

[*]()a. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει: ὑπὸ γὰρ τῆς χαρᾶς τῶν γεγενημένων ἀγαθῶν τὸ κακὸν

1.71
ἀφανίζεται καὶ τὸ παλίγκοτον καὶ ἄτοπον δαμασθὲν καὶ ἀναιρεθὲν ὑφ᾿ ἡδονῆς θνήσκει, μάλιστα ὄλβου ἐπιγινομένου ὑψηλοῦ ἐκ θείας μοίρας.