Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἀλλ᾿ αἶνον ἐπέβασε κόρος: ἀλλὰ τὸν ἔπαινον κόρος ἐπέβη καὶ ὕβρις ἄδικος· κορεσθέντες γάρ τινες τῶν ἀγαθῶν αὐτοῦ αὐτοὶ κατ᾿ αὐτοῦ ἐγένοντο. προσαγανακτῶν δὲ ταῦτά φησι διὰ τὸ εἰς ἔνια τὸν Θήρωνα ἐλαττωθῆναι, τύχαις χρησάμενον οὐκ ἐπιτηδείαις.

b. ἄλλως· ὅτι κατακορεῖς γίνονται οἱ ἄνθρωποι τοῖς πολλοῖς ἀνθρώποις τῷ φθόνῳ. ἔστι δὲ καὶ παροιμία (Par. Gr. I, p. 308. II, p. 218. 774)· τίκτει γὰρ κόρος ὕβριν.