Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλλως· ὄμνυμι ὅρκον ἀληθέστατον, μήτε εὐεργέτην ἀπὸ ἑκατὸν ἐτῶν γενέσθαι μήτε μεγαλόψυχον . . . .· ἀλλὰ φθόνος τις ταράξαι βουλόμενος ὕβριν ἐπήνεγκεν οὐ δικαίως αὐτῷ. λέγει δὲ τὴν ἔριν τὴν πρὸς τὸν ἀδελφὸν γενομένην.

c. καὶ φιλικὸν ἄνδρα καὶ μεταδόσει χρημάτων εὐεργετικώτατον λέγει τὸν Θήρωνα.

d. αὐδάσομαι ἐνόρκιον: λόγον ὄμνυμι ἔνορκον [*]() καὶ ἀληθέστατον· | ἵνα δείξῃ τὸ πιστὸν ὧν λέγει· περὶ [*]() γὰρ ὧν τις πέποιθεν, ὅρκοις διισχυρίζεται. τί δέ, φησιν, ὄμνυμι; μή τινα πόλιν ἄλλην πρὸ ὅλων ἑκατὸν ἐτῶν τεκεῖν τοιοῦτον ἄνδρα, μηδὲ ἄλλον εἰς εὐεργεσίαν τῶν φίλων πρόχειρον ἢ πρὸς ἐπίδοσιν χρημάτων ἀφθονέστερον τοῦ Θήρωνος.[*]()

e. αὐδάσομαι ἐνόρκιον: Ἀκράγας πεντηκοστῇ [*]() Ὀλυμπιάδι ἐκτίσθη, ὁ δὲ Θήρων ἑβδομηκοστῇ ἕκτῃ ἐνίκησε. γίνεται οὖν τὰ μεταξὺ ἀπὸ ῆς κτίσεως ἕως τῆς Θήρωνος νίκης ρδ΄ ἔτη. ὁ δὲ Πίνδαρος τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο.

f. Ἕλληνες δὲ κτίζουσιν Ἀκράγαντα.