Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ἐκ δὲ τούτου σημαίνει τὸν εὔκαιρον καὶ εὔστοχον λόγον.
[*]()a. ἐκ μαλθακᾶς: ἀντὶ τοῦ εἰπεῖν μαλθακὴν φρένα, ἐπεὶ παρέβαλε τῷ τόξῳ καὶ τοῖς βέλεσι τὰ ποιήματα, κατὰ μέρος, ἵνα μὴ ᾖ ἐκ τραχύτητος, ἐκ προσηνοῦς φησι φρενὸς τὸν ὕμνον ἀφεθήσεσθαι.[*]()
[*]()b. ἐκ μαλθακᾶς αὖτε φρενός: τοῦτο εἶπε θεραπεύων τὸ σκληρὸν τοῦ λόγου. τὸ γὰρ ἀπὸ τόξου βάλλειν, ὥς φησι, δύσφρονός ἐστι κατὰ τοῦ βαλλομένου.
c. τῆς [οὖν] προσηνοῦς καὶ οὐ πολεμικῆς διανοίας.[*]()
[*]()(εὐκλέας:) τοὺς ἐγκωμιαστικοὺς ὕμνους.
[*]()a. ἱέντες; ἐπί τοι: ἐπὶ σκοπὸν τὴν Ἀκράγαντα τείνας τὸ τόξον μεθ᾿ ὅρκου λέξω τὸ ἀληθὲς καὶ ἀποφανοῦμαι.[*]()
[*]()b. ἐπί τοι Ἀκράγαντι τανύσσαις: τοῦτο ὡς ἐν συννοίᾳ γενόμενος καὶ μαθὼν τίνα ὀφείλει ἐγκωμιάσαι φησίν, ὅτι ἐπὶ τῇ Ἀκράγαντι τῇ πόλει τοῦ Θήρωνος λέγει τὸ τόξον, ὅ ἐστι τὸν λόγον, τείνειν.