Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. Μενεκράτης δέ (FHG II, 344) φησι ληρεῖν τὸν Ἀρτέμωνα· μὴ γὰρ καμεῖν τοὺς περὶ Ἀντίφημον περὶ τὴν ἀποικίαν, ἀλλὰ μᾶλλον κατὰ εὐπέτειαν πολλὴν αὐτοῖς πάντα συμβεβηκέναι. περὶ τίνων οὖν λέγει· καμόντες οἳ πολλά; περὶ τῶν Θήρωνος προγόνων. τούτους γὰρ Θηβαίους ἀνέκαθεν ἀπὸ Κάδμου εἶναι. Κάδμου γὰρ ... Πολύδωρος· τοῦ δὲ Αἵμων· τοῦτον δὲ ἐν κυνηγεσίῳ ἐμφύλιόν τινα ἀποκτείναντα Ἀθήναζε ἀποστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐξ Ἀθηνῶν ἀποστάντας σὺν τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι, καὶ μετὰ ταῦτα ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος ἑπτὰ πρὸς ταῖς ὀκτὼ γενεὰς συναριθμεῖσθαι. ἴσως οὖν πρὸς ταῦτα ἀφορῶν ὁ Πίνδαρός φησι· καμόντες [*]() οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ.

d. οἴκημα δὲ ποταμοῦ τὴν πόλιν εἶπε διὰ τὴν ὁμωνυμίαν.

e. λείπει δὲ ἡ ἐπὶ, ἵνα ᾖ, τὸ ἐπὶ τοῦ ποταμοῦ οἴκημα ἔσχον, τὴν πόλιν.