Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὁ πολλὰ εἰδώς: ὁ τῇ φύσει πολύπειρος καὶ εὑρετικὸς, οὗτός ἐστιν ὁ τῷ ὄντι σοφὸς, καὶ μὴ πάντα διδακτὰ ἔχων.

[*]()b. σοφὸς ὁ πολλὰ εἰδώς: ὁ λόγος γνωμικός· καί φησι, σοφός ἐστιν ὁ πλεῖστα ἐπιστάμενος ἐκ φύσεως, ὁ φύσει πρός τι ἔχων. τῶν γὰρ μανθανόντων οἱ ἐκ φύσεως ἔμπειροι βελτίους, ἐπειδὴ καὶ πρεσβυτέρα τῶν μαθημάτων φύσις.

c. οἱ δὲ ἀπὸ μαθήσεως βουλόμενοι ἠχεῖν καὶ ἐκ πολλῶν

1.99
συνείροντες, ὃν τρόπον καὶ οἱ κεκράκται κόρακες καὶ μάτην φλυαροῦντες, ἀτελῆ καὶ περιττὰ καὶ ἀσύνετα φθέγγονται πρὸς τὸν συνετὸν καὶ θεῖον ὄρνιν τοῦ Διὸς τὸν ἀετὸν ἀντιβοῶντες. ἀποτείνεται δὲ πρὸς τὸν Βακχυλίδην· γέγονε γὰρ αὐτῷ ἀνταγωνιστὴς τρόπον τινὰ καὶ εἰς τὰ αὐτὰ καθῆκεν.