Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἐς δὲ τὸ πᾶν ἑρμηνέων χατίζει: εἰς δὲ τὸ κοινὸν καὶ εἰς τοὺς πολλοὺς καὶ χυδαιοτέρους ἐρχόμενοι ἑρμηνείας χρῄζουσιν.

b. ἤτοι περὶ τῶν ποιημάτων ἑαυτοῦ διαλέγεται· οἶδε γὰρ ὅτι πολλῇ ἱστορίᾳ κέχρηται καὶ σχήμασιν ἐξηλλαγμένοις καὶ φράσει ποικίλῃ· ἔχει γὰρ ὑπερβατὰ πολλά. τὰ ποιήματα οὖν μου, φησὶν, ἑρμηνέων χρῄζει.

c. οἷον, οὐδέν ἐστιν ὃ μὴ χρῄζει ἑρμηνέων· αὐτὸς γὰρ οὐ δύναται διὰ τὸ πλῆθος ἐξειπεῖν πάντα. ὅμοιον δέ ἐστι τῷ (Β 488)·

πληθὺν δ᾿ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾿ ὀνομήνω.

[*]()a. ὁ πολλὰ εἰδώς: ὁ τῇ φύσει πολύπειρος καὶ εὑρετικὸς, οὗτός ἐστιν ὁ τῷ ὄντι σοφὸς, καὶ μὴ πάντα διδακτὰ ἔχων.

[*]()b. σοφὸς ὁ πολλὰ εἰδώς: ὁ λόγος γνωμικός· καί φησι, σοφός ἐστιν ὁ πλεῖστα ἐπιστάμενος ἐκ φύσεως, ὁ φύσει πρός τι ἔχων. τῶν γὰρ μανθανόντων οἱ ἐκ φύσεως ἔμπειροι βελτίους, ἐπειδὴ καὶ πρεσβυτέρα τῶν μαθημάτων φύσις.

c. οἱ δὲ ἀπὸ μαθήσεως βουλόμενοι ἠχεῖν καὶ ἐκ πολλῶν

1.99
συνείροντες, ὃν τρόπον καὶ οἱ κεκράκται κόρακες καὶ μάτην φλυαροῦντες, ἀτελῆ καὶ περιττὰ καὶ ἀσύνετα φθέγγονται πρὸς τὸν συνετὸν καὶ θεῖον ὄρνιν τοῦ Διὸς τὸν ἀετὸν ἀντιβοῶντες. ἀποτείνεται δὲ πρὸς τὸν Βακχυλίδην· γέγονε γὰρ αὐτῷ ἀνταγωνιστὴς τρόπον τινὰ καὶ εἰς τὰ αὐτὰ καθῆκεν.

a. κόρακες: οἷον, ὡς κόρακες πρὸς ἀετὸν ἀντιβοῶντες, [*]() οὕτως οἱ μαθόντες πρὸς τὸν φύσει σοφόν. αἰνίττεται Βακχυλίδην καὶ Σιμωνίδην, ἑαυτὸν λέγων ἀετὸν, κόρακας δὲ τοὺς ἀντιτέχνους.

b. τοὺς εὐφυεῖς ἀετοῖς παραβάλλει, τοὺς ἀφυεῖς κόραξιν. τὸ γὰρ γαρύετον δυικὸν οὐκ ὀρθῶς κεῖται, οὐδὲ τηροῦσι πάνυ τὸ τοιοῦτον οἱ ποιηταὶ οὗτοι.[*]()

a. ἄκραντα γαρύετον: οἱ φύσει χρώμενοι λαμπροί· [*]() οἱ δὲ μαθόντες ἄκραντα γαρύειν ἥσσονές εἰσι τῶν καθ᾿ αὑτοὺς ὅ τι δήποτε μαθόντων ἢ ἐπισταμένων.