Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἀντὶ τοῦ φανερὰ, σαφῆ καὶ ἐκτιθέμενα.

c. ὁ δὲ Ἀρίσταρχος οὕτω· διάδηλά φησιν ὁ Πίνδαρος τοῖς συνετοῖς τῶν ἀνθρώπων εἶναι, εἰς δὲ τὸ κοινὸν ἀγόμενα ἑρμηνέως χρῄζειν τοῦ σαφηνίζοντος αὐτὰ, ὡς οὐ πᾶσι καταδήλως φράζων· ὥστε τοῖς μὲν σοφοῖς σοφὰ διαλέγεσθαι καὶ μὴ ἔκθεσμα, τοῖς δὲ ἰδιώταις μὴ κατάδηλα γίνεσθαι.

d. τινὲς δὲ ὅτι πολλὰ ἔχων λέγειν, εἰς τὸ πάντα εἰπεῖν καὶ διατίθεσθαι προσδεῖται ἑρμηνέων· ὡς Ὅμηρος (Β 488)· πληθὺν δ᾿ οὐκ ἂν ἔγωγε μυθήσομαι.

[*]()e. φωνάεντα: φωνὴν ἀφιέντα παρὰ σοφοῖς καὶ σαφῆ.

1.98

[*]()a. ἐς δὲ τὸ πᾶν ἑρμηνέων χατίζει: εἰς δὲ τὸ κοινὸν καὶ εἰς τοὺς πολλοὺς καὶ χυδαιοτέρους ἐρχόμενοι ἑρμηνείας χρῄζουσιν.

b. ἤτοι περὶ τῶν ποιημάτων ἑαυτοῦ διαλέγεται· οἶδε γὰρ ὅτι πολλῇ ἱστορίᾳ κέχρηται καὶ σχήμασιν ἐξηλλαγμένοις καὶ φράσει ποικίλῃ· ἔχει γὰρ ὑπερβατὰ πολλά. τὰ ποιήματα οὖν μου, φησὶν, ἑρμηνέων χρῄζει.

c. οἷον, οὐδέν ἐστιν ὃ μὴ χρῄζει ἑρμηνέων· αὐτὸς γὰρ οὐ δύναται διὰ τὸ πλῆθος ἐξειπεῖν πάντα. ὅμοιον δέ ἐστι τῷ (Β 488)·

πληθὺν δ᾿ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾿ ὀνομήνω.