Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()d. ἄμαχον ἀστραβῆ κίονα: μεταφορικῶς εἶπεν. ἀστραβὴς δὲ λέγεται ὁ ἰσχυρὸς καὶ μὴ ῥᾳδίως συστρεφόμενος.
e. ἄστρεπτον καὶ ἀμετακίνητον· καὶ ἔστι κατὰ μετάθεσιν τοῦ ε εἰς τὸ ᾱ καὶ ἀποβολὴν τοῦ ᾱ· ἔστι γὰρ ἀστρεβλῆ.
f. οἷον ἄστρεπτον, ἀστραφῆ.
[*]()a. Κύκνον τε: τὸν Ποσειδῶνος καὶ Ἁρπαλέης· τὸν γὰρ Ἄρεως ἀνεῖλεν ὁ Ἡρακλῆς.
b. τὸν δὲ Κύκνον Σκαμανδροδίκης, ἄλλοι δὲ Καλυκίας φασί.
[*]()c. Κύκνον τε θανάτῳ: παραδέδωκε.
d. τὸν Ποσειδῶνος
e. Κύκνοι [*]() δὲ δύο, ὁ μὲν Ἄρεος, ὁ δὲ Ποσειδῶνος· καὶ τὸν μὲν Ἄρεος κακῶς τὰ περὶ Θεσσαλίαν διαθέντα Ἡρακλῆς ἀπέκτεινε, τὸν δὲ Ποσειδῶνος Ἀχιλλεὺς στρατευσάμενον καὶ συμμαχοῦντα τοῖς Τρωσίν.
Ἀοῦς τε παῖδ᾿ Αἰθίοπα: τὸν Μέμνονα, τὸν [*]() Τιθωνοῦ τοῦ Λαομέδοντος καὶ Ἡμέρας. ταῦτα δὲ λέγουσιν οἱ τὰ μεθ᾿ Ὅμηρον γράψαντες. οὕτω· Τιθωνῷ γίνονται ἐξ Ἡμέρας παῖδες δύο, Μέμνων καὶ Ἠμαθίων. καὶ Μέμνων μὲν ἀνῃρέθη ὑπ᾿ Ἀχιλλέως, Ἠμαθίων δὲ ὑπὸ Ἡρακλέος κατὰ τὴν ἀπέλασιν τῶν Γηρυόνου βοῶν.