Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ὃν πατὴρ ἔχει ἕτοιμον: τὸν δίχα τοῦ κληθῆναι [*]()ἐλθόντα.

b. ὅντινα Ῥαδάμανθυν ὁ πατὴρ πάντων Κρόνος, ὁ τῆς Γῆς παῖς, ὁ ἀνὴρ τῆς τὸν ὕπατον ἐχούσης θρόνον Ῥέας, ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον. | συγκαταλέγονται [*]() δὲ ἐν τούτοις τοῖς δικαίοις ὅ τε Κάδμος καὶ ὁ Πηλεύς.

a. πόσις: ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ [*]() πάντων καὶ τὸν Δία ἀκούει συμπότην εἶναι τοῦ Ῥαδαμάνθυος. ὁ δὲ Δίδυμος ἐπὶ τοῦ Κρόνου καθιστᾷ τὸν λόγον· ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον, πόσις ὢν Ῥέας, παῖς δὲ τῆς ὕπατον ἐχούσης θρόνον τῆς Γῆς· εἷς γὰρ τῶν Τιτάνων ὁ Κρόνος, οἳ Γῆς

1.96
εἰσιν υἱοί. θρόνον δὲ αὐτὴν μέγιστον εἰληφέναι ὡς πάντα φέρουσαν καὶ τοῦ κόσμου νομιζομένην εἶναι [θεῶν] τροφόν· ὡς καὶ ὁ ποιητής· ζείδωρον ἄρουραν.

b. ἔνιοι πόσιν ἤκουσαν τὸν συμπότην.

[*]()ἐν τοῖσιν ἀλέγονται: ἀριθμοῦνται. συγκαταλέγονται ἐν τοῖς εὐσεβέσι τοῖς κατοικοῦσι τὰς τῶν μακάρων νήσους. καὶ τὸν Ἀχιλλέα δὲ ἡ μήτηρ τεθνηκότα αὐτόθι ἤγαγεν, ἐπειδὴ τοῦ Διὸς τὴν ψυχὴν ἔπεισεν ἱκεσίαις.

[*]()a. ἄμαχον: ἀκαταμάχητον. ἀκαταγώνιστον.

b.ἀστραβῆ: ἀμετάτρεπτον. οὐ διδόντα εἰς φυγὴν τὰ νῶτα. ἀκίνητον. ἀσάλευτον.

c. κίονα δὲ οὐ στύλον λέγει· ἀλλ᾿ ἔστι παντὶ οἴκῳ τόπος στύλος λεγόμενος, ἐφ᾿ οὗ κεῖνται οἱ πινσοὶ καὶ λέγεται ὅλην ἔχειν τὴν οἰκίαν.

[*]()d. ἄμαχον ἀστραβῆ κίονα: μεταφορικῶς εἶπεν. ἀστραβὴς δὲ λέγεται ὁ ἰσχυρὸς καὶ μὴ ῥᾳδίως συστρεφόμενος.