Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλλως· βουλαῖς ἐν ὀρθαῖσιν: ὡς τοῦ Ῥαδαμάνθυος [*]() τοῦτο τοῖς δικαίοις παρεχομένου· ὑφίσταται γὰρ αὐτὸν τῶν μακάρων ἄρχοντα νήσων.

c. ἢ ὡς τούτων μεταλαβόντων φύσεως δαιμονίας, οἵτινες ὀρθοὶ κατὰ βουλὴν καὶ δίκην τὸν τρόπον ἔχοντες, ὡς καὶ ὁ Ῥαδάμανθυς.

d. ἢ συγχωροῦντος τοῦ Ῥαδαμάνθυος· οὗτος γὰρ δικαιονομεῖ τοῖς ἐν Ἅιδου.

e. ἢ οὕτω· βουλαῖς ἐν ὀρθαῖσι [*]() Ῥαδαμάνθυος· ὁ γὰρ Ῥαδάμανθυς δικαιονομεῖ τοῖς κάτω ὑπηρετῶν τῷ Κρόνῳ.

a. ὃν πατὴρ ἔχει ἕτοιμον: τὸν δίχα τοῦ κληθῆναι [*]()ἐλθόντα.