Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ὅρμοις [οὖν] λέγει τοῖς ἑλίγμασιν, οἷς τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας. [*]()

e. ὅρμοισι, τοῖς ἐνέρμασιν, οἷς τὰς χεῖρας στεφανοῦνται καὶ τὰς κεφαλάς.

f. ἢ τῶν ἀνθῶν ταῖς χερσὶν ὅρμους ἀναπλέκουσι καὶ στεφάνους.

[*]()a. βουλαῖς ἐν ὀρθαῖσι: βουλαῖς δικαίαις. τέτακται γὰρ οὗτος, ὡς καὶ Πλάτων λέγει (Gorg. 526 c), τοὺς δικαίους πέμπειν εἰς τὰς μακάρων νήσους.

1.95

b. ἄλλως· βουλαῖς ἐν ὀρθαῖσιν: ὡς τοῦ Ῥαδαμάνθυος [*]() τοῦτο τοῖς δικαίοις παρεχομένου· ὑφίσταται γὰρ αὐτὸν τῶν μακάρων ἄρχοντα νήσων.

c. ἢ ὡς τούτων μεταλαβόντων φύσεως δαιμονίας, οἵτινες ὀρθοὶ κατὰ βουλὴν καὶ δίκην τὸν τρόπον ἔχοντες, ὡς καὶ ὁ Ῥαδάμανθυς.

d. ἢ συγχωροῦντος τοῦ Ῥαδαμάνθυος· οὗτος γὰρ δικαιονομεῖ τοῖς ἐν Ἅιδου.

e. ἢ οὕτω· βουλαῖς ἐν ὀρθαῖσι [*]() Ῥαδαμάνθυος· ὁ γὰρ Ῥαδάμανθυς δικαιονομεῖ τοῖς κάτω ὑπηρετῶν τῷ Κρόνῳ.

a. ὃν πατὴρ ἔχει ἕτοιμον: τὸν δίχα τοῦ κληθῆναι [*]()ἐλθόντα.

b. ὅντινα Ῥαδάμανθυν ὁ πατὴρ πάντων Κρόνος, ὁ τῆς Γῆς παῖς, ὁ ἀνὴρ τῆς τὸν ὕπατον ἐχούσης θρόνον Ῥέας, ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον. | συγκαταλέγονται [*]() δὲ ἐν τούτοις τοῖς δικαίοις ὅ τε Κάδμος καὶ ὁ Πηλεύς.

a. πόσις: ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ [*]() πάντων καὶ τὸν Δία ἀκούει συμπότην εἶναι τοῦ Ῥαδαμάνθυος. ὁ δὲ Δίδυμος ἐπὶ τοῦ Κρόνου καθιστᾷ τὸν λόγον· ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον, πόσις ὢν Ῥέας, παῖς δὲ τῆς ὕπατον ἐχούσης θρόνον τῆς Γῆς· εἷς γὰρ τῶν Τιτάνων ὁ Κρόνος, οἳ Γῆς

1.96
εἰσιν υἱοί. θρόνον δὲ αὐτὴν μέγιστον εἰληφέναι ὡς πάντα φέρουσαν καὶ τοῦ κόσμου νομιζομένην εἶναι [θεῶν] τροφόν· ὡς καὶ ὁ ποιητής· ζείδωρον ἄρουραν.