Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. εὐωνύμων τε πατέρων: προγόνων. πάνυ δὲ [*]() ὑπερβαλλόντως ἐπαίρει τὸ ἐγκώμιον, καὶ ἐνδόξων προγόνων ἔτι κατ᾿ ἐπίτασιν αὐτὸν ἄνθος λέγων.[*]()

c. εὐωνύμων: ἐνδόξων· ἐπεὶ ὁ Θήρων ἀπὸ Κάδμου [*]() εἶχε τὸ γένος.[*]()

a. ὀρθόπτολιν: ὅτι συνέκτισε καὶ αὐτὸς τὴν Ἀκράγαντα. [*]() ἢ ὀρθὸν ἐν τῇ πόλει ἢ ὀρθὴν πόλιν ἔχοντα.[*]()

b. ὀρθόπολιν: τὸν τῇ ἑαυτοῦ δικαιοσύνῃ ὀρθοῦντα [*]() καὶ σώζοντα τὰς πόλεις, ὡς ἐρυσίπολιν καὶ σωζόπολιν. ἐνταῦθα διὰ τὸ ἐνοικίσαι τὴν Ἀκράγαντα, ὁμώνυμον οὖσαν τῷ ὁμωνύμῳ ποταμῷ Ἀκράγαντι.[*]()

1.62

[*]()a. καμόντες: ἀναστροφή ἐστιν ἐπὶ τοῦ καμόντες οἱ πολλὰ θυμῷ, κατὰ τὸ ἄρθρον τὸ οἱ· ἵνα ἀναστρέψωμεν καὶ προτάξωμεν· οἱ πολλὰ θυμῷ ... οἱ πρόγονοι τοῦ Θήρωνος ἔσχον τὴν Ἀκράγαντα· οἴκημα γὰρ ποταμοῦ ... τοῦ Ἀκράγαντος καὶ τὴν πόλιν ὁμοίως καλεῖσθαι. οἱ δὲ Ἀκραγαντῖνοι Γελῴων εἰσὶν ἄποικοι· ὥστε τὸ πατέρων ἄωτον λέγει ἐπὶ τῶν Θήρωνος προγόνων, οἳ οὐχ ἁπλῶς εἰς τὴν Γέλαν μετῆραν, ἀλλὰ εὐθὺς ἀπὸ Ῥόδου εἰς τὴν Ἀκράγαντα. καὶ τοῦτο ἐξ αὐτοῦ Πινδάρου σαφηνίζεται, ὡς καὶ Τίμαιός (FHG I, 214) φησι.