Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ὅτι ἐν τῷ ὠκεανῷ αἱ τῶν μακάρων νῆσοι λέγονται καθ᾿ Ὅμηρον· φησὶ γάρ (δ 568)·

ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.

[*]()a. ἄνθεμα δὲ χρυσοῦ: λείπει τὸ ὡς, ἵν᾿ ᾖ· ὡς [*]() χρυσοῦ φλέγει ἄνθη.

b. ἢ οὕτως· τὰ δὲ ἄνθη λάμπει ὡς ἀπὸ χρυσοῦ.

[*]()a. τὰ μὲν χερσόθεν: διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ τὴν γῆν βλαστήματα.

b. ἄνθη ἀπὸ δένδρων· ἐλαίας, μυρσίνης, κισσοῦ. κατὰ γῆν ἄνθη· ἴα καὶ κρόκος.

c. τὰ μὲν γὰρ ἀπὸ στελέχους καὶ χωρὶς ὕδατος ἀνθεῖ, τὰ δὲ χαμαίζηλα ἐπαρδευόμενα διατηρεῖται θάλλοντα καὶ ἀκμαῖα.

[*]()d. τὰ μὲν χερσόθεν: διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ γῆν βλαστήματα, τουτέστι τὰ χρείαν ἔχοντα ἀρδεύεσθαι.

[*]()a. ὅρμοισιν: ἐν τοῖς ὅρμοις, τοῖς ἑλίγμασιν τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας.

b. κατ᾿ ἐναλλαγὴν δὲ πτώσεως εἶπεν, ἀντὶ τοῦ χερσὶν ἀναπλέκουσιν ὅρμους καὶ στεφάνους.