Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. τύρσιν: πόλιν. κυρίως δὲ τὸ τεῖχος. | λέγονται [*]() δὲ πρῶτοι Τυρσηνοὶ τὴν τῶν τειχῶν κατασκευὴν εὑρηκέναι.

[*]()μακάρων: παρὰ τὸ Ὁμηρικόν (δ 567)·

ἀλλ᾿ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας.

[*]()ὅτι ἐν τῷ ὠκεανῷ αἱ τῶν μακάρων νῆσοι λέγονται καθ᾿ Ὅμηρον· φησὶ γάρ (δ 568)·

ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.

[*]()a. ἄνθεμα δὲ χρυσοῦ: λείπει τὸ ὡς, ἵν᾿ ᾖ· ὡς [*]() χρυσοῦ φλέγει ἄνθη.

b. ἢ οὕτως· τὰ δὲ ἄνθη λάμπει ὡς ἀπὸ χρυσοῦ.

[*]()a. τὰ μὲν χερσόθεν: διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ τὴν γῆν βλαστήματα.

b. ἄνθη ἀπὸ δένδρων· ἐλαίας, μυρσίνης, κισσοῦ. κατὰ γῆν ἄνθη· ἴα καὶ κρόκος.