Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
e. ἄλλως· ὅσοι δὲ ἐκαρτέρησαν μέχρι τριῶν μετεμψυχώσεων εἰς ἑκάτερα τὰ μέρη, εἴς τε τὸν ἐν Ἅιδου μετὰ θάνατον εἴς τε τὸν τῆς ζωῆς χρόνον, δίκαιοι γενέσθαι δικαίως καὶ τὴν
1.93
ψυχὴν ὁσίαν φυλάξαι, οὗτοι ἐστάλησαν εἰς ἣν ἔταξεν ὁ Ζεὺς, ὅ ἐστιν εἰς τὰς μακάρων νήσους, ἔνθα Κρόνος ἔχει τὴν ἐκεῖ κατοίκησιν· ἐν αἷς νήσοις πλησίον οὔσαις τοῦ ὠκεανοῦ αἱ πλεῖσται καὶ ἡδεῖαι αὖραι τέρπουσαι πνέουσι, καὶ τὰ ἐν αὐταῖς ἄνθη ὡς χρυσὸς στίλβει, τὰ μὲν ὄντα ἐκ τῆς γῆς, τὰ [δὲ] ἐκ τῶν δένδρων τῶν ἐν τῇ χέρσῳ, τὰ δὲ ἐκ τῆς τῶν ὑδάτων ἀπορροίας τρεφόμενα, οἰονεὶ ῥόδα, ὑάκινθος, ἴα· ταῦτα γὰρ ὕδατι τρέφεται· ἐξ ὧν ἀνθέων οἱ δίκαιοι ταῖς ἑαυτῶν χερσὶν ὅρμους πλέκουσι καὶ στεφάνους. ἐνδείκνυται δὲ τὸ ὑπερβάλλον τῆς τέρψεως. τὴν δὲ τῆς μετεμψυχώσεως γνώμην Πυθαγόρας πρῶτος εἰσηγήσατο, ᾧ νῦν ὁ Πίνδαρος ἀκολουθεῖ.(ἑκατέρωθι:) ἔνθεν κἀκεῖθεν. ἄνωθεν . . . . [*]()
a. ψυχὰν, ἔστειλαν: ἐτελείωσαν.
b. παρὰ τὴν [*]() Κρόνου βασιλείαν ἐτελείωσαν, ἤνυσαν, ἐπορεύθησαν.
c. Διὸς δὲ ὁδὸν, ἣν ἔταξε τοῖς δικαίοις.