Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. τοὶ δ᾿ ἀπροσόρατον: οἱ ἀσεβεῖς. ἀπροσόρατον [*]() δὲ, ἤτοι ὃν οὐκ ἄν τις ὑπομείνειε, δεινόν· ἢ ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, οὐδὲ ὑπὸ θεῶν δυνάμενον προσοραθῆναι.

1.92

[*]()b. τοὶ δ᾿ ὀκχέοντι πόνον: οἱ ἄδικοι πόνον ὑφίστανται καὶ βαστάζουσιν ἀπροόρατον καὶ ἀπροσδόκητον, ὃν [*]() οὐδὲ προϊδεῖν οἷόν τέ ἐστιν.

c. ἢ ὃν οὐδεὶς ἰδεῖν ἐθελήσει.

d. λέγει δὲ ὅτι οἱ δυσσεβεῖς ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, ὅ ἐστιν οὐδὲ ὑπὸ θεῶν προσοραθῆναι δυνάμενον.d[*]()

e. ἄλλως· τοὶ δ᾿ ἀπροσόρατον: φοβερὸν, ὃν οὐ τολμᾷ τις προσβλέψαι.

[*]()f. (ἀπροόρατον:) ἀπροσδόκητον.

[*]()(ὀκχέοντι:) ὑφίστανται.

[*]()a. ὅσοι δ᾿ ἐτόλμασαν: τοῦτο Πυθαγόρου φήσαντος ἐπῄνεσε Πλάτων τὸ ῥῆμα, ὅτι τρίτον ἡ ψυχὴ δικαζομένη ἐν Ἅιδῃ, τρίτον εἰς σῶμα μετεμψυχοῦται, καὶ τοὺς τοσαυτάκις δικαιοπραγήσαντας ἐν βίῳ ἄγειν εἰς τὰς μακάρων νήσους καὶ παρὰ τὴν τύρσιν τοῦ Κρόνου, τουτέστι τὰ τείχη καὶ τὴν τοῦ Κρόνου βασιλείαν. λέγει δὲ τὰς μακάρων νήσους περιφραστικῶς.

b. εἰς τρίς: ἤτοι ἀριθμῷ, ἢ ἀντὶ τοῦ πολλάκις.

c. ὅσοι ἐδυνήθησαν ἐν γῇ καὶ ἐν Ἅιδῃ . . . ὡς παρὰ Πλάτωνι (Phaedr. 249 a?)· ἡ ἐς τρὶς ἀδόλως φιλοσοφήσασα ψυχή.

[*]()d. ὅσοι δ᾿ ἐτόλμασαν ἐς τρίς: ὅσοι δὲ τρίτον ὑπέμειναν ἐν ἑκατέρῳ τόπῳ μείναντες, ἔν τε τῷ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν, ἀπέχεσθαι τῶν ἀδίκων ἔργων καὶ δίκαια πράττειν, ἐστάλησαν ἣν ὁδὸν ἔταξεν ὁ Ζεὺς, ἣν μακάρων νῆσον ὀνομάζουσιν· ἣν δὴ Κρόνου τύρσιν προσηγόρευσεν.