Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. φράσας ἀνάγκᾳ: τὸν τῆς τιμωρίας λόγον. [*]()
e. σωματοποιεῖ ἐνταῦθα δαίμονά τινα Ἀνάγκην, ᾗ τὰς ἁμαρτίας λέγουσιν οἱ ἀκούοντες.
ἴσαις δὲ νύκτεσσιν: ἴσον ἡμῖν τοῖς ζῶσι χρόνον [*]() ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς καθ᾿ Ἅιδου δικαίοις.
a. ἴσαις δ᾿ ἐν ἁμέραις: οὐκέτι περὶ τῶν ἀδίκων [*]() ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῶν δικαίων· φησὶ δὲ ὅτι τοῖς ζῶσιν ἡμῖν τὸν ἴσον χρόνον ἐπιβάλλει καὶ τοῖς ἐν Ἅιδου ἀγαθοῖς ὁ ἥλιος, καὶ τόπον ἔχουσι τοιοῦτον καθ᾿ ὃν ἐπιλάμπει
1.90
αὐτοῖς ὁ ἥλιος· ἀπονέστερον δὲ ἡμῶν διάγουσι τὸν χρόνον.