Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἔνιοι δὲ ἁπλούστερον ἀκούουσι τοῦ λόγου οὕτως· εἰ ἔχων τις τὸν πλοῦτον οἶδεν ὅτι ἐν τῷ ὑστέρῳ χρόνῳ οἱ ἀποθανόντες καθ᾿ Ἅιδου δίκας διδόασιν.

d. εἰ δέ νιν ἔχων: εἰ δέ τις τοῦτον ἔχων τὸν [*]() πλοῦτον ὁρᾷ καὶ πρὸς τὸ μέλλον, ὅτι τῶν ἀδίκων τελευτησάντων τὸν βίον τιμωρία καὶ κρίσις παρὰ τοῖς ἀποιχομένοις πᾶσίν ἐστιν, οὐκ ἂν αὐτῷ εἰς ἀδικίαν ἐχρήσατο.[*]()

a. ὅτι θανόντων μὲν ἕως ἐχθρᾷ λόγον φράσαις [*]() ἀνάγκᾳ: ἐγκρίνει τὴν παλιγγενεσίαν. λέγει οὖν· εἴ τις οἶδε τὸ μέλλον, ὅτι οἱ μὲν ἐν τῷ ζῆν ἁμαρτάνοντες, ἐν Ἅιδου κολάζονται, οἱ δὲ ἐν Ἅιδου, ἐν τῷ ἡμετέρῳ βίῳ ἐν τῇ τοῦ Διὸς ἀρχῇ· ταύτην γὰρ εἶπε τὸν ὑποκείμενον τῷ οὐρανῷ τόπον· καὶ ἐάν τις ἐν ταῖς τρισὶν ἀναβιώσεσιν αἷς ὑφίσταται ἀναμάρτητος εἰς τρὶς ἑκατέρωθεν μένῃ, τοῦτόν φησιν εἰς τὰς τῶν μακάρων νήσους προπέμπεσθαι. τὸ δὲ περὶ τῆς παλιγγενεσίας ἀρχαιότερόν ἐστι· παραδέδοται γὰρ ἔτι ἀνέκαθεν, ὡς Ὅμηρός φησιν (σ 79)·

νῦν μὲν μήτ᾿ εἴης, βουγάιε, μήτε γένοιο.
1.88
πρῶτος δὲ δοκεῖ τούτῳ τῷ δόγματι χρῆσθαι Πυθαγόρας.[*]()

[*]()b. ἄλλως· ὅτι θανόντων μὲν ἐνθάδε: Χρύσιππος οὕτως ἀκούει· ἐνθάδε μὲν ὑπὸ τῶν θανόντων ἐτιμωρήθησαν, κάτω δὲ ὑπὸ τῶν κάτω δικαζόντων, εἴτε Ἅιδης [*]() ἐστὶν εἴτε ἕτερός τις. οὐκ ἀπίθανον δέ, φησιν, | ὑπὸ τῶν τελευτησάντων τιμωρεῖσθαι τοὺς ζῶντας· μεστὴ γὰρ τούτων ἐστὶν ἡ τραγῳδία, ὅτι οἱ ἀδικούμενοι εὐχὰς τοῖς καταχθονίοις ἥρωσι ποιοῦνται, ἵνα ἐπικουρήσωσιν αὐτοῖς, οἷον [*]() Ἠλέκτρα τῷ Ἀγαμέμνονι.

c. ἔνιοι δέ φασι | τῆς κατὰ Πυθαγόραν παλιγγενεσίας μνημονεύειν· τὰς γὰρ ψυχὰς εἰς ἕτερα σώματα εἰσδυνούσας ἀνανεοῦσθαι, ὥστε ὅσοι μὲν ὑπὲρ γῆς ὄντες ἐπλημμέλουν, τούτους ἐν Ἅιδου δίκην ὑπέχειν· ὅσοι δὲ ἀνάπαλιν ἐν Ἅιδου ἐνεωτέρισαν, ὑπὲρ γῆς γενόμενοι δίκας τίνουσιν, ὥστε μηδαμόθεν αὐτοὺς ἀποφυγεῖν τὴν προσήκουσαν τοῖς ἡμαρτημένοις δοῦναι δίκην.[*]()

[*]()a. τῷ ἀπάλαμνοι φρένες συναπτέον τὸ ἐνθάδε· ὅτι τῶνἐνταῦθα ἀδίκων ἀπάλαμνοι φρένες αὐτίκα καὶ εὐθέως τελευτησάντων ποινὰςκαὶ τιμωρίας ἐκεῖ δεδώκασιν.[*]()

b. ἔξωθεν οὖν· χρῆσθαι αὐτῷ πρὸς εὐσέβειαν δεῖ.[*]()

[*]()a. Διὸς ἀρχᾷ: Ἀρίσταρχος τὸν δέ, φησι, σύνδεσμονἀντὶ τοῦ γάρ δεῖ ἀκούειν καὶ οὕτω καθιστάναι τὸν λόγον· τὰ γὰρ ἐν τῇ τοῦ Διὸς ἀρχῇ ἀλιτρά. λέγει γὰρ τοῦτο ὁ Πίνδαρος· ἐπεὶ οἱ ἐν τῷ ζῆν ἁμαρτάνοντες

1.89
μετὰ τὸν θάνατον δίκας ὑπέχουσιν· οἱ δὲ καθ᾿ Ἅιδου ἄδικοι τῶν κατὰ τὸν τοῦ ζῆν χωρισμὸν, ὅταν ἀναβιώσωσιν, ἐν μέρει πάλιν δίκας ὑπέχουσιν ἐν τῷ ζῆν τοῖς Ὀλυμπίοις θεοῖς. οἴεται γὰρ ἀναβιοῦν τὰς ψυχὰς Πυθαγορικῇ δόξῃ χρώμενος.

b. Διὸς ἀρχὴν τοὺς ἐπιγείους βούλεται εἶναι· λέγει δὲ τοὺς ζῶντας.

c. Διὸς ἀρχᾷ: Διὸς ἀρχὴν τὴν ζωὴν καὶ τὴν ἄνω [*]()διαγωγήν. φησὶν οὖν ὅτι τὰ ἐν τοῖς ζῶσιν ἁμαρτήματα κατὰ γῆς δικάζει τις. λέγει δὲ τὸν Πλούτωνα τιμωρεῖσθαι αὐτούς.[*]()

κατὰ γᾶς: ὑπὸ γῆς, τουτέστι καθ᾿ Ἅιδου. ὑφίσταται [*]() δὲ ἐν Ἅιδου δαίμονά τινα Ἀνάγκην ὀνόματι, καὶ ταύτῃ παραδίδοσθαι τοὺς ἀσεβεῖς.[*]()