Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. Ἀρίσταρχος ἐξηγεῖται οὕτως· εἴ τις οἶδε τὸ μέλλον, ὅτι ποινὴν τίνουσιν οἱ ἐν Ἅιδου παρανομήσαντες· ὁ γὰρ λόγος ὡς τῶν αὐτῶν πλεονάκις ἀναβιούντων καὶ ἢ ἐνθάδε ἢ καὶ ἐκεῖ δίκας διδόντων τῶν ἁμαρτημάτων.

c. ἔνιοι δὲ ἁπλούστερον ἀκούουσι τοῦ λόγου οὕτως· εἰ ἔχων τις τὸν πλοῦτον οἶδεν ὅτι ἐν τῷ ὑστέρῳ χρόνῳ οἱ ἀποθανόντες καθ᾿ Ἅιδου δίκας διδόασιν.

d. εἰ δέ νιν ἔχων: εἰ δέ τις τοῦτον ἔχων τὸν [*]() πλοῦτον ὁρᾷ καὶ πρὸς τὸ μέλλον, ὅτι τῶν ἀδίκων τελευτησάντων τὸν βίον τιμωρία καὶ κρίσις παρὰ τοῖς ἀποιχομένοις πᾶσίν ἐστιν, οὐκ ἂν αὐτῷ εἰς ἀδικίαν ἐχρήσατο.[*]()