Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Θήρωνι Ἀκραγαντίνῳ ἅρματι.[*]()[*]()

Τῆς δευτέρας ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων [*]() ἐστὶ ιδ΄. τὸ α΄ περιοδικὸν, διπλοῦς ἴαμβος. τὸ β΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ γ΄ ἀντισπαστικὸν ἀπ᾿ ἀδιαφόρου τοῦ πρώτου ποδὸς δίμετρον ἀκατάληκτον ἰαμβικῇ κατακλειόμενον. τὸ δ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἀπὸ ἰαμβικῆς συζυγίας. τὸ ε΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἀντίσπαστος καὶ συλλαβή. τὸ ζ΄ ἰωνικὸν ἀπ᾿ ἐλάττονος δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ η΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ θ΄ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ι΄ ἀντισπαστικὸν

1.58
δίμετρον βραχυκατάληκτον. τὸ ια΄ ὁμόχρονον τῷ ς΄ τῆς στροφῆς. τὸ ιβ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ΄ ἑφθημιμερὲς ἰαμβικόν. τὸ ιδ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

ἡ δὲ ἐπῳδὸς κώλων ἐστὶν η΄. τὸ α΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἀπὸ ἰαμβικῆς. τὸ β΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ μικτὸν τροχαϊκὸν ἀπὸ συζυγίας ἰαμβικῆς. ἡ δὲ ἀπόδοσις ἐν τῷ Λάιον τοῦ ι πάσχει ὑφίζησιν. τὸ ζ΄ ἐπιωνικὸν ἰαμβικῆς ἐπιφερομένης. τὸ η΄ ἰαμβικὸν μικτὸν ἀπὸ τροχαϊκῆς.[*]()

Inscr. Γέγραπται Θήρωνι Ἀκραγαντίνῳ ἅρματι νικήσαντι τὴν οζ΄ Ὀλυμπιάδα. ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῷ τυράννῳ, δοὺς αὐτῷ τὴν θυγατέρα Δημαρέτην, ἀφ᾿ ἧς καὶ τὸ Δημαρέτειον ὠνομάσθη νόμισμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος [θυγατέρα] ἔγημε, καθά φησι Τίμαιος [*]() (FHG I, 213). | ἦν δὲ ὁ Θήρων υἱὸς Αἰνησιδάμου.[*]()