Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. σὺν γὰρ ὑμῖν τὰ τερπνά: μεθ᾿ ὑμῶν γὰρ, ὦ [*]() Χάριτες, τὰ ἐπιτερπῆ καὶ ἡδέα γίνεται καὶ συμβαίνει τοῖς ἀνδράσι. | καὶ εἴτε σοφὸς, ὡς Ὅμηρος, δι᾿ ὑμᾶς· οἱ γὰρ [*]() ἐπιχαρεῖς λόγοι δι᾿ ὑμᾶς πᾶσι μόνιμοι διὰ παντός.

a. εἴ τις ἀγλαός: ἀνδρεῖος νῦν· αἰ γὰρ τρεῖς ἀρεταὶ [*]() δι᾿ ὑμᾶς, ἡ σοφία, τὸ κάλλος, ἡ ἀνδρεία.

b. αὗται [*]() δὲ αἱ Χάριτες τιμῶνται παρὰ τῷ ναῷ τοῦ Ἀπόλλωνος.

a. κοιρανέοντι χορούς: ἤτοι ὑπὸ τὴν ἐξουσίαν [*]() ἔχουσι τοὺς χορούς· ἢ βασιλεύουσι τῶν χορῶν, ἵνα πτῶσις ἀντὶ πτώσεως ᾖ, αἰτιατικὴ ἀντὶ γενικῆς.