Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. μελαντειχέα νῦν δόμον Φερσεφόνας ἐλθὲ Ἀχοῖ: παραγενοῦ πρὸς τὸν σκοτεινὸν οἶκον, ὦ Φήμη καὶ Ἠχὼ, διηγησομένη καὶ ἀγγελοῦσα τὴν καλλίστην ἀγγελίαν [*]() τῷ πατρὶ Ἀσωπίχου Κλεοδάμῳ.

b. οἰκείως τὸν δόμον τῆς Περσεφόνης μελαντειχέα εἶπεν.[*]()

[*]()c. μελαντειχέα δόμον ἐλθὲ Ἀχοῖ: ἐλθὲ νῦν, Ἠχὼ, εἰς τὸν τῆς Περσεφόνης δόμον, ἵνα τὸν Κλεόδαμον [*]() ἰδοῦσα | περὶ τοῦ υἱοῦ αὐτοῦ εἴπῃς ὅτι ὁ υἱὸς αὐτοῦ ἐστεφάνωσε τὴν χαίτην, τουτέστιν, ἵν᾿ εἴπῃς αὐτῷ τὸν υἱὸν αὐτοῦ νενικηκέναι καὶ νεώτερον ἐόντα.

d. ἐν τῇ ἐνδοξοτάτῃ Ὀλυμπίᾳ ἐστέφθαι τοῖς τῆς ἀθλήσεως στέμμασι τὰς κόμας τὰς νεωτέρας αὐτοῦ. ἀπὸ μέρους δὲ τὸ τῆς ἡλικίας νέον λέγει.[*]()

[*]()κόλποις παρ᾿ εὐδόξοιο Πίσας: ἐν Ὀλυμπίᾳ.