Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. Ὀλυμπιόνικος ἁ Μινυεία: Ὀρχομενὸς γὰρ Μινύειος [*]()πόλις.

c. ὁ δὲ Ἀρίσταρχος· ἰδίως, φησὶ, προτάξας [*]() τὰ ὀνόματα τῶν Χαρίτων ἑνικῶς ἐφώνησε· σεῦ ἕκατι, ὦ Χάρι. προσφωνοῦσί τε οἱ ποιηταὶ τοὺς χοροὺς τοὺς ἐκ πλήθους συνεστῶτας ἑνικῶς. βεβιασμένον οὖν νυνὶ προτάξαντα τὰ ὀνόματα λέγειν ἕκατί σου ἑνικῶς.

d. ἢ ὅτι πρὸς αὐτὸν [*]()λέγει τὸν νικηφόρον.

e. ὁ δὲ νοῦς· διότι τούτου δραμόντος ἔδοξεν Ὀλυμπιόνικος ἀναγορεύεσθαι ἡ τῶν Μινυῶν πόλις σοῦ ἕνεκεν. τὸ δὲ σοῦ ὡς πρὸς ἑκάστην ἰδίᾳ. καὶ [*]() τοῦτο οὖν κοινὸν ὅλων.[*]()

f. σοῦ ἕκατι, ὦ νικηφόρε.

g. ἢ πρὸς μίαν τῶν Χαρίτων ἀπὸ τοῦ πλήθους μετέβη. [*]()[*]()