Scholia in Pindarum Olympian Odes Scholia in Pindarum Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903. a.ἐπ᾿ εὐμενεῖ τύχᾳ: ἐπ᾿ εὐδαιμονίᾳ καὶ εὐμοιρίᾳ. [*]()[*]()b. τὸ κοῦφα βιβῶντα ἀντὶ τοῦ εὐκόλως προβαίνοντα. [*]()c. ἐν Λυδῷ τρόπῳ καὶ ῥυθμῷ καὶ μουσικῇ.[*]()a. ἐν μελέταις τε ἀείδων: ἐπιμελείαις· ἔνθεν καὶ [*]() ἡ μέλισσα τὸ ζῷον, ὂν ἐπιμελέστατον.b. ἦλθον οὖν, φησιν, [*]() ὑμνήσων τὸν Ἀσώπιχον ἐμμελῶς καὶ ἡδέως.[*]()