Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος: ὅστις τῆς Γοργόνος τῆς ὀφιώδους λεγομένης εἶναι τὸν υἱὸν Πήγασον ἵππον ὄντα πτερωτὸν θέλων ὑποζεῦξαι τῷ χαλινῷ ἀληθῶς πλεῖστα ἔπαθε καὶ ὑπέστη παρὰ τοῖς κρουνοῖς καὶ ῥεύμασι τῆς Πειρήνης (λέγει δὲ ἐν τῇ Κορίνθῳ) πρὸ τοῦ κομίσαι αὐτῷ τὴν Ἀθηνᾶν χρυσόδετον χαλινὸν παραστᾶσαν[*]() καθεύδοντι. | ὃ οὖν εἶδεν ὄναρ, τοῦτο διαναστὰς ἐκ τοῦ [*]() ὕπνου δι᾿ ἔργων εὗρεν.

b. ἄλλως· ὅστις πρόγονος αὐτοῦ καὶ πρὸς πατρὸς ὢν πάππος· λέγει δὲ τὸν Βελλεροφόντην.

1.377

c. ὅτι δὲ τῆς Γοργόνος ἀποτμηθείσης τὴν κεφαλὴν ὑπὸ [*]() τοῦ Περσέως ἀνεδόθη ὁ Πήγασος ἵππος, καὶ Ἡσίοδος μαρτυρεῖ (theog. 280)·

τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.

d. ὀφιώδεος: δράκοντας γὰρ εἶχε τὰς τρίχας. [*]()