Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. τὰ δὲ καί ποτ᾿ ἐν ἀλκᾷ: καὶ τά ποτε δὲ, λείπει γένη, διὰ τῆς ἰδίας ἀνδρείας δόξαντα διατέμνειν καὶ πέρας ἐπιτιθέναι τῇ μάχῃ ἐξ ἀμφοτέρων τῶν μερῶν, τουτέστιν Ἑλλήνων τε καὶ Τρώων. ἀπὸ κοινοῦ τὸ γαρύων τε καὶ ἀνυμνῶν.

[*]()b. τὰ δὲ καὶ ποτ᾿ ἐν ἀλκᾷ: λείπει τὰ γένη.

c. οἱ Κορίνθιοι ἐπ᾿ ἀμφότερα ἠρίστευσαν ἐν Ἰλίῳ· καὶ γὰρ τοῖς Τρωσὶ συνεμάχησαν καὶ τοῖς Ἕλλησι, Τρωσὶ μὲν Γλαῦκος τὸ γένος εἰς Βελλεροφόντην ἀναφέρων τὸν Γλαύκου τοῦ Σισύφου, τοῖς δὲ Ἀχαιοῖς Εὐχήνωρ Πολυίδου τοῦ μάντεως. [*]() | διὰ τοῦτο δὲ καὶ Σιμωνίδης εἶπε (fr. 50)· Κορινθίοισιν οὐ μανίει . . . οὐδὲ Δαναοί. ἀμφοτέροις γὰρ σύμμαχοι ἐγένοντο.