Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. τὴν δὲ Μήδειαν ἐρασθῆναι [*]() Σισύφου φησὶ Θεόπομπος.[*]()

f. ἄλλως· διὰ τί Μηδείας ἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῷον αὐτῆς κτῆμα

1.373
γέγονε τούτῳ τῷ λόγῳ· Ἀλωεὺς γὰρ καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίου καὶ Ἀντιόπης. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βούνῳ μέν τινι Ἑρμοῦ υἱῷ παρέδωκε τὴν πόλιν εἰπὼν φυλάττειν τοῖς ἐσομένοις ἐξ αὐτοῦ. αὐτὸς δὲ | εἰς [*]() Κολχίδα τῆς Σκυθίας ἀφικόμενος ᾤκησε βασιλεύων. διδάσκει δὲ τοῦτο Εὔμηλός τις ποιητὴς ἱστορικὸς εἰπών (fr. 2 K.)·
ἀλλ᾿ ὅτε δ᾿ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο [*]() Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ᾿ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός. ἣν μὲν ἔχ᾿ Ἀσωπὸς, ταύτην πόρε δίῳ Ἀλωεῖ· ἣν δ᾿ Ἐφύρη κτεάτισσ᾿, Αἰήτῃ δῶκεν ἅπασαν. Αἰήτης δ᾿ ἄρ᾿ ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν εἰσόκεν αὐτὸς ἵκοιτ᾿ ἢ ἐξ αὐτοῖό τις ἄλλος, ἢ παῖς ἢ υἱωνός· ὁ δ᾿ ἵκετο Κολχίδα γαῖαν. Βοῦνος δὲ Ἑρμοῦ καὶ νύμφης τινὸς παῖς.[*]()

g. ἄλλως· Μηδείας μέμνηται ὅτι ἐν Κορίνθῳ κατῴκει καὶ ἔπαυσε Κορινθίους λιμῷ κατεχομένους θύσασα Δήμητρι καὶ νύμφαις Λημνίαις. ἐκεῖ δὲ αὐτῆς ὁ Ζεὺς ἠράσθη, οὐκ ἐπείθετο δὲ ἡ Μήδεια τὸν τῆς Ἥρας ἐκκλίνουσα χόλον· διὸ καὶ Ἥρα

1.374
ὑπέσχετο αὐτῇ ἀθανάτους ποιῆσαι τοὺς παῖδας. ἀποθανόντας δὲ τούτους τιμῶσι Κορίνθιοι, καλοῦντες μιξοβαρβάρους.[*]()