Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()πυκνότατον παλάμαις: συνετώτατον βουλαῖς ἢ γνώμαις.

[*]()a. καὶ τὰν πατρὸς ἀντία Μήδειαν: καὶ τὴν Μήδειαν ὑμνῶ τὴν παρὰ γνώμην τοῦ πατρὸς αὐτῆς γαμηθεῖσαν· ἐγαμήθη δὲ τῷ Ἰάσονι σοφὴ οὖσα· τὴν γενομένην σώτειραν καὶ βοηθὸν τῇ Ἀργοῖ. ἐβούλετο γὰρ ὁ Αἰήτης[*]() ἀνελεῖν τοὺς Ἀργοναύτας.

b. ἄλλως· πατρὸς ἀντία: ἠναντιώθη κατὰ τὸν γάμον τῷ πατρὶ ἡ Μήδεια· ὃν γὰρ ἐκεῖνος οὐκ ἐβούλετο Ἰάσονα, τούτῳ ἐγήματο καὶ συναπῆρεν [*]() αὐτῷ.